Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.152 Dem. 24.155 (English) >>Dem. 24.159

24.154ἐγὼ μὲν γὰρ οἶμαι οὐδέν. ἀκούω δʼ ἔγωγε καὶ τὸ πρότερον οὕτω καταλυθῆναι τὴν δημοκρατίαν, παρανόμων πρῶτον γραφῶν καταλυθεισῶν καὶ τῶν δικαστηρίων ἀκύρων γενομένων. ἴσως μὲν οὖν ἄν τις ὑπολάβοι ὅτι οὐχ ὁμοίων ὄντων τῶν πραγμάτων νῦν καὶ τότε λέγω περὶ καταλύσεως τοῦ δήμου. ἀλλʼ οὐδὲ σπέρμα δεῖ καταβάλλειν ἐν τῇ πόλει οὐδένα, ἄνδρες δικασταί, τοιούτων πραγμάτων, οὐδʼ εἰ μήπω ἂν ἐκφύοι, ἀλλὰ τὸν ἐγχειροῦντα λέγειν ποιεῖν τι τοιοῦτον δίκην διδόναι.

24.155ὅτι τοίνυν καὶ τέχνῃ κακῶς ἐνεχείρησε ποιεῖν ὑμᾶς, ἄξιόν ἐστιν ἀκοῦσαι. ὁρῶν γὰρ ἑκάστοτε πάντας, καὶ τοὺς πολιτευομένους καὶ τοὺς ἰδιώτας, τοὺς νόμους τῶν τῆς πόλεως ἀγαθῶν αἰτίους ὑπολαμβάνοντας, ἐσκόπει πῶς λήσει τούτους καταλύσας, κἂν ἄρα ληφθῇ τοῦτο ποιῶν, μὴ δόξει δεινὸν μηδʼ ἀναιδὲς μηδὲν εἰργάσθαι. 24.156εὗρεν οὖν τοῦθʼ πεποίηκεν, νόμῳ τοὺς νόμους καταλῦσαι, ἵνα τἀδικήματʼ αὐτοῦ τὸ τῆς σωτηρίας ὄνομʼ ἔχῃ. οἵ τε γὰρ σῴζοντες τὴν πόλιν εἰσὶ νόμοι, ὅν θʼ οὗτος ἔθηκεν οὐδὲν ἐκείνοις τῶν αὐτῶν ἔχοντα, νόμος. τὴν μὲν οὖν τοῦ ὀνόματος φιλανθρωπίαν, ὅτι ταύτην ἂν μάλιστα προσεῖσθε, κατεῖδεν· τὴν δὲ χρείαν, ὅτι τἀναντίʼ ἔχουσα φανήσεται, παρεῖδεν. 24.157φέρε γὰρ πρὸς Διός, ἔστιν ὅστις ἂν πρόεδρός ποτʼ ἐπεψήφισεν πρύτανις τούτων τι τῶν ἐν τῷ νόμῳ γεγραμμένων; ἐγὼ μὲν οὐδένʼ ἂν οἶμαι. πῶς οὖν τοῦθʼ ὑπέδυ; νόμον ἔθετʼ ὄνομα τοῖς αὑτοῦ κακουργήμασιν. οὐ γὰρ ἁπλῶς, οὐδʼ ὅπως ἔτυχον, ποιοῦσι κακῶς ὑμᾶς, ἀλλʼ ἐσκεμμένως καὶ τοῦτʼ αὐτὸ πράττοντες, οὐχ οὗτοι μόνον, ἀλλὰ πολλοὶ τῶν πολιτευομένων, οἳ τούτῳ παριόντες αὐτίκα δὴ μάλα συναπολογήσονται, οὐ μὰ Δίʼ οὐ Τιμοκράτει χαρίσασθαι βουλόμενοι, πόθεν; ἀλλʼ αὑτῷ συμφέρειν ἕκαστος ἡγούμενος τὸν νόμον. ὥσπερ τοίνυν οὗτοι σφίσιν αὐτοῖς βοηθοῦσιν ἐφʼ ὑμᾶς, οὕτω δεῖ καὶ ὑμᾶς ὑμῖν αὐτοῖς βοηθεῖν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.152 Dem. 24.155 (English) >>Dem. 24.159

Powered by PhiloLogic